Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.15 Dem. 43.18 (English) >>Dem. 43.21

43.17ἐὰν γὰρ ἐπιδείξω Θεοπόμπου τοῦ πατρὸς τοῦ Μακαρτάτου γένει ὄντας Ἁγνίᾳ ἐγγυτέρω Εὐβουλίδην τε τὸν παῖδα τουτονὶ καὶ Φυλομάχην, ἐστιν μήτηρ τῷ παιδί, Εὐβουλίδου δὲ θυγάτηρ, καὶ οὐ μόνον γένει ἐγγυτάτω ὄντας, ἀλλὰ τὸ παράπαν οὐδὲ ὄντα οὐδένα ἀνθρώπων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου ἄλλον τὴν μητέρα τοῦ παιδὸς τουτουὶ καὶ αὐτὸν τοῦτον τὸν παῖδα, ταῦτʼ ἐὰν ἐπιδείξω, δέομαι ὑμῶν, ἄνδρες δικασταί, βοηθεῖν ἡμῖν.

43.18τὸ μὲν οὖν πρῶτον διενοήθην, ἄνδρες δικασταί, γράψας ἐν πίνακι ἅπαντας τοὺς συγγενεῖς τοὺς Ἁγνίου, οὕτως ἐπιδεικνύειν ὑμῖν καθʼ ἕκαστον· ἐπειδὴ δὲ ἐδόκει οὐκ <ἂν> εἶναι ἐξ ἴσου θεωρία ἅπασι τοῖς δικασταῖς, ἀλλʼ οἱ πόρρω καθήμενοι ἀπολείπεσθαι, ἀναγκαῖον ἴσως ἐστὶν τῷ λόγῳ διδάσκειν ὑμᾶς· τοῦτο γὰρ ἅπασι κοινόν ἐστιν. πειρασόμεθα δὲ καὶ ἡμεῖς ὡς ἂν μάλιστα δυνώμεθα διὰ βραχυτάτων ἐπιδεῖξαι περὶ τοῦ γένους τοῦ Ἁγνίου.

43.19Βούσελος γὰρ ἦν ἐξ Οἴου, ἄνδρες δικασταί, καὶ τούτῳ ἐγένοντο πέντε υἱεῖς, Ἁγνίας καὶ Εὐβουλίδης καὶ Στρατίος καὶ Ἅβρων καὶ Κλεόκριτος. καὶ οὗτοι ἅπαντες οἱ τοῦ Βουσέλου υἱεῖς ἄνδρες ἐγένοντο, καὶ διένειμεν αὐτοῖς τὴν οὐσίαν πατὴρ Βούσελος ἅπασιν καλῶς καὶ δικαίως, ὥσπερ προσῆκεν. νειμάμενοι δὲ τὴν οὐσίαν, γυναῖκα αὐτῶν ἕκαστος ἔγημεν κατὰ τοὺς νόμους τοὺς ὑμετέρους, καὶ παῖδες ἐγένοντο αὐτοῖς ἅπασιν καὶ παίδων παῖδες, καὶ ἐγένοντο πέντε οἶκοι ἐκ τοῦ Βουσέλου οἴκου ἑνὸς ὄντος, καὶ χωρὶς ἕκαστος ᾤκει τὸν ἑαυτοῦ ἔχων καὶ ἐγγόνους ἑαυτοῦ ποιούμενος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.15 Dem. 43.18 (English) >>Dem. 43.21

Powered by PhiloLogic